Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.317 Joseph. BJ 4.322 (English) >>Joseph. BJ 4.330

4.320πρό τε τῶν ἰδίων λυσιτελῶν τὸ κοινῇ συμφέρον ἀεὶ τιθέμενος καὶ περὶ παντὸς ποιούμενος τὴν εἰρήνην· ἄμαχα γὰρ ᾔδει τὰ Ῥωμαίων· προσκοπούμενος δʼ ὑπʼ ἀνάγκης καὶ τὰ κατὰ τὸν πόλεμον, ὅπως, εἰ μὴ διαλύσαιντο Ἰουδαῖοι, δεξιῶς διαφέροιντο. 4.321καθόλου δʼ εἰπεῖν, ζῶντος Ἀνάνου πάντως ἂν διελύθησαν· δεινὸς γὰρ ἦν εἰπεῖν τε καὶ πεῖσαι τὸν δῆμον, ἤδη δὲ ἐχειροῦτο καὶ τοὺς ἐμποδίζοντας· πολεμοῦντες πλείστην ἂν τριβὴν Ῥωμαίοις παρέσχον ὑπὸ τοιούτῳ στρατηγῷ. 4.322παρέζευκτο δʼ αὐτῷ καὶ Ἰησοῦς, αὐτοῦ μὲν λειπόμενος κατὰ σύγκρισιν, προύχων δὲ τῶν ἄλλων. 4.323ἀλλʼ οἶμαι κατακρίνας θεὸς ὡς μεμιασμένης τῆς πόλεως ἀπώλειαν καὶ πυρὶ βουλόμενος ἐκκαθαρθῆναι τὰ ἅγια τοὺς ἀντεχομένους αὐτῶν καὶ φιλοστοργοῦντας περιέκοπτεν. 4.324οἱ δὲ πρὸ ὀλίγου τὴν ἱερὰν ἐσθῆτα περικείμενοι καὶ τῆς κοσμικῆς θρησκείας κατάρχοντες προσκυνούμενοί τε τοῖς ἐκ τῆς οἰκουμένης παραβάλλουσιν εἰς τὴν πόλιν, ἐρριμμένοι γυμνοὶ βορὰ κυνῶν καὶ θηρίων ἐβλέποντο. 4.325αὐτὴν ἐπʼ ἐκείνοις στενάξαι τοῖς ἀνδράσι δοκῶ τὴν ἀρετήν, ὀλοφυρομένην ὅτι τοσοῦτον ἥττητο

-- --

τῆς κακίας. ἀλλὰ γὰρ τὸ μὲν Ἀνάνου καὶ Ἰησοῦ τέλος τοιοῦτον ἀπέβη. 4.326

Μετὰ δʼ ἐκείνους οἵ τε ζηλωταὶ καὶ τῶν Ἰδουμαίων τὸ πλῆθος τὸν λαὸν ὥσπερ ἀνοσίων ζῴων ἀγέλην ἐπιόντες ἔσφαζον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.317 Joseph. BJ 4.322 (English) >>Joseph. BJ 4.330

Powered by PhiloLogic